Ancient Greek
76.ff.1 to 76.hhii.8
Documentary Papyri, Rom.Mil.Rec. 1 76.ff.1-76.hhii.8
Not analysed yet
Ἰοῦλις Σερῆνος ἱππεὺς ἰ̈́λης Γαλλικῆς τούρμης Ἡρωδιανι καὶ Ἰ¨ούλιος Νεπωτιανὸς τούρμης τῆς αὐτῆς καὶ Πατερμοῦθις Ὀρσενούφις τούρμης Πακτουμηνίου Σερήνου Ἰ¨ουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἐλάβαμεν τὸ ἔπουλον ἡμῶν Αὐτοκράτορος Κομμόδου τὸ β καὶ Οὐήρου τὸ β ὑ̈πατείας ἐκ δηναρίων δέκα ὀβολῶν ὀκτώ . ἔτους ιθ Αὐρηλίων Ἀντωνείνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Τῦβι κγ. Ἥρων Ἰσιδώρου ἱ̈ππεὺς ἰ̈́λης τῆς αὐτῆς τούρμης Λουκιλλίου ἔγραψα ὑ̈πὲρ αὐτῶν ἐρωτηθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. …φερω ἱππεὺς ἴλης οὐετρανῆς Γαλλικῆς τύρμης Φουρώνι Ἰ¨ουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν μου ὑ̈πὲρ τοῦ ὀκτωκαιδεκάτου ἔτους ὁμοίως καὶ τοῦ ἐννεακαιδεκάτου ἔτους Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Φαμενὼθ θ. Ἰούλιος Ἀμερῦς ἱππεὺς ἴλης τῆς αὐτῆς τούρμης τῆς αὐτῆς ἔγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Σώπατρος Διονύσιος ἱππεὺς ἴλης οὐετρανῆς Γαλλικῆς τούρμης Αἰλίου Σερήνου Ἰ¨ουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν μου ὑπὲρ τοῦ ιθ ἔτους Ἀντωνείνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Φαμενὼθ ε. Πομπήϊος Διογένης ἱππεὺς ἴλης τῆς αὐτῆς τούρμης Ἰουλίου ἔγραψα ὑ̈πὲρ αὐτοῦ ἐρωτηθεὶς παρόντος αὐτοῦ διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ισᾶς Σαραπίωνος ἱππεὺς ἰ̈́λῆς οὐετρανῆς Γαλλικῆς τούρμης Ἀγρίππα Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν α μου τοῦ ιθ ἔτους δηνάρια εἴκοσι πέντε . ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Φαρμοῦθι ι. Ἰσᾶς Σερήνῳ τῷ τιμιωτάτῳ χαίρειν· καλῶς ποιήσεις δοὺς Διοσκώρῳ τῷ ἀδελφῷ τὴν γράστιν μου τοῦ ιθ ἔτους ἐπεὶ προεχρησάμην παρʼ αὐτοῦ ἐν Ἀρσινοείτου δηνάρια εἴκοσι πέντε παρʼ οὗ καὶ λήμψῃ τὴν ἀποχὴν μου. ἐρρῶσθαί σε εὔχομαι καὶ προκοπέσθαι ἀεὶ.