Ancient Greek
76.ii.18 to 76.iv.16
Documentary Papyri, Rom.Mil.Rec. 1 76.ii.18-76.iv.16
Not analysed yet
…οὐετρανῆς …ου καὶ …αὐτῆς …υμ… Διονύσις Ἀρτεμιδώρου ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Ἡρωδιανοῦ καὶ …ς Διονυσίου ἱππεὺς ἴλης τῆς αὐτῆς β τούρμης τῆς αὐτῆς Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἐλάβαμεν παρὰ σοῦ ἐν προχρείᾳ τὴν γράστιν ἡμῶν ἐξερχόμενοι εἰς Μαρεώτην ἀνὰ δηνάρια εἴκοσι πέντε πλῆρες ὑπὲρ τοῦ ἐννεακαιδεκάτου ἔτους Ἀντωνείνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Τῦβι ιθ. Ἀχίλλες Ἀχιλλέως ἱππεὺς ἴλης τῆς αὐτῆς τούρμης Ἡρωδιανοῦ ἔγραψα ὑπὲρ αὐτῶν ἐρωτηθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Ἡλιόδωρος …ιος ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Ἀγρίππα Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ α σοῦ τὴν γράστιν μου τοῦ ἐννεακαιδεκάτου ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου Καισάρων τῶν κυρίων ἐν προχρείᾳ ἐξερχόμενος εἰς Σκηνὰς Μανδρας δηνάρια εἴκοσι πέντε . ἔτους ιθ Αὐρηλίων Ἀντωνείνου καὶ Κομμόδου Καισάρων τῶν κυρίων Τῦβι ιθ. Ἀχιλλεὺς ἱππεὺς τούρμης Ἡρωδιανοῦ ἔγραψα ὑπὲρ αὐτοῦ ἐρωτηθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Αἶλις Καπίτων ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Ὀπτατιάνου Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν μου τοῦ ἐννεακαιδεκάτου ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων Αὐτοκρατόρων ἐν προχρείᾳ ἐξερχόμενος εἰς Σκηνὰς Μογαλος δηνάρια εἴκοσι πέντε πλῆρες. ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου Καισάρων τῶν κυρίων Τῦβιν κ. Ἀνουβίον Ἁρποκρατίωνος κουράτωρ ἴλης Γαλλικῆς β τύρμης Ἀγρίππας καὶ Πεχῦσις Πε…υρ…ις τύρμης Ἡρωδιανοῦ Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἐλάβαμεν παρὰ σοῦ τὴν γράστιν ἡμῶν τοῦ ιθ ἔτους ἐν προχρείᾳ ἐξερχόμενοι εἰς Σκηνὰς δηνάρια εἴκοσι πέντε . ἔτους ιθ Αὐρηλίων Ἀντωνείνου καὶ Κομμόδου τῶν κυρίων Αὐτοκρατόρων Τῦβι κ. Ἀνουβίων ὁ προγεγραμμένος ἔγραψα ὑπὲρ Πεχύσιος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. …Κολλουθι ἱππεὺς ἴλης Γαλλικῆς τύρμης Ἰουλίου α ξ ι7 Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν μου τοῦ ιθ ἔτους δηνάρια εἴκοσι πέντε ἐν προχρείᾳ ἐξερχόμενος εἰς Σκηνὰς. ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων Αὐτοκρατόρων Τῦβι κ.