Ancient Greek
76.xii.11 to 76.xiv.9
Documentary Papyri, Rom.Mil.Rec. 1 76.xii.11-76.xiv.9
Not analysed yet
Ἰούλιος Κάστορ ἱππεὺς ἴλης οὐετρανῆς Γαλλικῆς τούρμης Πακτουμήις Σερήνου Ἰουλίῳ Σερήνῳ σούμμῳ κουα ράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν μου ἐν προχρείᾳ ἐξερχόμενος εἰς Σκηνὰς Μαντρας δηνάρια εἴκοσι πέντε . ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Τῦβι κγ. Ἀντήνορ Ἀχιλλι ἱππεὺς ἴλης οὐετρανῆς Γαλλικῆς τούρμης Κλάρου ἔγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Βησαρίων Ἰσιδώρου ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Σερήνου Μέλανος καὶ Ἁρμειυσει Αρνει…ου τούρμης Φρουριανοῦ Ἰουλίωι Σερήνωι σούμμῳ κουράτορι χαίρειν· ἐλάβαμεν παρὰ σοῦ τὴν γράστιν βἡμῶν ἐν προχρείᾳ ἐξερχόμενοι Βησαρίων εἰς τὰ Βουκόλια Ἁρμειυσει εἰς Σκηνὰς Μαντρας ἕκαστος δηνάρια εἴκοσι πέντε . ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Τῦβι κγ. ιγ Θεώδωρος Ἀνμιόχου ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Ἡρωδιανοῦ Σερήνωι σούμμωι κουράτορι χαίρειν· αἔλαβον παρὰ σοῦ τὴν γράστιν μου ἐν προχρείᾳ ἐξερχόμενος εἰς Σκηνὰς Νααρτρας δηνάρια εἴκοσι πέντε . ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Τῦβι κγ. Βησαρίων Ἰσιδώρου τούρμης Σερήνου Μελανει ἔγραψα ὑπὲρ αὐτοῦ ἐρωτηθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Καμῆς Ορσει ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Γεμελι Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ α τὴν γράστιν μου ἐν προχρείᾳ ὑπὲρ τοῦ ἐννεακαιδεκάτου ἔτους Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν δηνάρια εἴκοσι πέντε . ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Τῦβι κδ. Πασίον Διοσκώρου ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Γαιμελι α Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν μου ἐν προχρείᾳ ὑπὲρ τοῦ ἐννεακαιδεκάτου Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν δηνάρια εἴκοσι πέντε . ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Τῦβι κδ. Καιμῆς Ορσε ἱππεὺς ἴλης τῆς αὐτῆς τούρμης τῆς αὐτῆς ἔγραψα ὑπὲρ αὐτοῦ ἐρωτηθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ιδ Ἰούλιος Ἀγαθὸς Δαίμων ἱππεὺς στάτωρ ἴλης Γαλλικῆς τούρμης Ἀμμωνιανοῦ Ἰουλίῳ Σερήνῳ σούμμωι κουράτωρι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν α μου ἐν προχρείᾳ ἐξερχόμενος εἰς Ἀρσινοίτην ὑπὲρ τοῦ ιθ ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν δηνάρια κε. ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Τῦβι κδ.