Ancient Greek
SB 1 1
Documentary Papyri, SB 1 1
Not analysed yet
…ος Ἐπαφροδίτωι τῶι φιλτάτωι χαίρειν. παρέλαβον παρὰ Σωτηρίχου Πετεχῶντος δεκανοῦ κυλιστοὺς ἱματίων τεσσαράκοντα τέσσαρας ,ἀποδέσμους παπυλιώνων εἴκοσι ,πίσσης σφυρίδας δέκα ἕξ ,κίστας πέντε ,σχοινίων συμμίκτων ἀντίων δητοὺς τριάκοντα ἕξ ,μόνα τριάκοντα δύο . καὶ παρὰ Διονυσίου Εἰρηναίου παπυλιώνων ἀποδέσμους δέκα ἕξ ,κυλιστοὺς ἱματίων εἴκοσι τέσσαρας ,κίστας τρεῖς ,σχοινία βίβλινα σύμμικτα ἀπὸ εἴκοσι ἑνὸς δέκα ἐννέα . καὶ παρὰ Πασκαπαῖς Πανιφνοῦτος παπυλιώνων ἀποδέσμους ὀκτώ ,κυλιστοὺς εἴκοσι ὀκτώ ,πίσσης ξηρᾶς σφυρίδας ἐννέα …σφυρίδας δέκα τρεῖς καὶ ἄλλην κίστην πουλβίνων σολίων, κίστας τέσσαρας ,σχοινία βίβλινα σύμμικτα εἴκοσι . καὶ παρὰ Ὀνησίμου Μα… παπυλιώνων ἀποδέσμους ὀκτώ ,κυλιστοὺς ἱματίων τριάκοντα ,…σχοινία σύμμικτα ἐννέα . καὶ παρὰ Ἀοῦτος Ἡρακλέους παπυλιώνων ἀποδέσμους ὀκτώ ,πίσσης ξηρᾶς σφυρίδας δέκα ἕξ ,κυλιστοὺς ἱματίων εἴκοσι ἕξ ,κίστας τρεῖς ,σχοινία βίβλινα σύμμικτα δέκα τέσσαρα . καὶ παρὰ Δ… παπυλιώνων ἀποδέσμους τεσσαρεσκαίδεκα ,…πίσσης σφυρίδας ἕνδεκα ,κυλιστοὺς ἱματίων δέκα ,σχοινία βίβλινα σύμμικτα ἑπτά . παρέλαβον δὲ παρὰ Σωτηρίχου Πετεχῶντος …δ…ιστολῆς παπυλιώνων ἀποδέσμους ὀκτώ . μιᾶς μέντοι κίστης εὑρεθείσης ἐσχισμένης, ὑποπτεύσας ἔλυσα πάσας, καὶ εὑρέθησαν ἐν ἑτέρᾳ δέκα ἐννέα σιδήρου, σπάθαι διακόσιαι ἐνενήκοντα ἕξ ,καὶ ἐν ἑτέρᾳ κίστῃ κοτύλια καὶ ἡμικοτύλια ἀργύρου ἑκατὸν εἴκοσι ,καὶ ἐν τῇ αὐτῇ κίστῃ …ειβα… εἴκοσι …ἐν ἑτέρᾳ ἦσαν …ιραι παπυλιώνων σιδήρου διακόσιαι εἴκοσι μία ,καὶ ἐν ἑτέρᾳ κίστῃ κόρακες ἑκατὸν ἐνενήκοντα ,διπλαῖ ὁμοίως ἑκατόν ,ῥιζία δύο σαλωτίων ἢ λαβῶν καὶ ῥι… κορακίων. ἐρρῶσθαί σε εὔχομαι. ἔτους β Ἀντω…ος τοῦ κυρίου, Ἐπεὶφ ζ.