Ancient Greek
SB 1 1669
Documentary Papyri, SB 1 1669
Not analysed yet
Ψανσνῶς καὶ Κασιανὸς πράκτορες ἀργυρικῶν Ἀγορῶν Βορρᾶ Φίβιος Πετεμενώφεως ἔσχομεν ὑπὲρ μερισμοῦ ἀνακεχωρηκότων κβ ἔτους δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η. ἔτους κβ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Παῦνι κδ. Κασιανὸς διὰ Λουκᾶτος σεσημείωμαι δραχμὰς η. ἄλλαι Μεσορὴ θ ὀνόματος τοῦ αὐτοῦ Φίβιος ὁμοίως ὑπὲρ σκοπέλων καὶ ἄλλων κβ ἔτους δραχμὴν μίαν τετρώβολον, δραχμὴν α τετρώβολον, καὶ ὑπὲρ χωματικοῦ καὶ βαλανευτικοῦ κβ ἔτους δραχμὰς ἑπτὰ τριώβολον ἡμιωβέλιον δίχαλκον, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ θ ὀβολὸν ἡμιωβέλιον δίχαλκον. Κασιανὸς διὰ Λουκᾶτος δραχμὰς ῥυπαρὰς δραχμὰς θ ὀβολὸν ἡμιωβέλιον δίχαλκον.