Ancient Greek
SB 1 2266
Documentary Papyri, SB 1 2266
Not analysed yet
τῷ κυρίῳ μου καὶ ἀγαπητῷ ἀδελφῷ Παπνουθίῳ Χρηστοφόρου Ἰουστῖνος χαίρειν. …η… γραφῆναι πρὸς τὴν σὴν χρηστότητα, κύριέ μου ἀγαπητέ. πιστεύομεν γὰρ τὴν πολιτείαν σου ἐν οὐρανῷ. ἐκεῖθεν θεωροῦμέν σε τὸν δεσπότην καὶ καινὸν ατρωπον. ἵνα οὖν μὴ πολλὰ γράφω καὶ φλυαρήσω, ἐν γὰρ πολλῇ λαλιᾷ οὐκ ἐκφεύξονται αἱ ἁμαρτίαι, παρακαλῶ οὖν, δέσποτα, ἵνα μνημονεύῃς μοι εἰς τὰς ἁγίας σου εὐχάς, ἵνα δυνηθῶμεν μέρος τῶν ἁμαρτιῶν καθαρίσεως. εἷς γάρ εἰμι τῶν ἁμαρτωλῶν. παρακαλῶ καταξίωσον δέξεσθαι τὸ μικρὸν ἐλαίου διὰ τοῦ ἀδελφοῦ ἡμῶν Μαγαρίου. πολλὰ προσαγορεύω πάντας τοὺς ἀδελφοὺς ἡμῶν ἐν κυρίῳ. ἐρρωμένον σε ἡ θεία πρόνοια διαφυλάξειε ἐπὶ μέγιστον χρόνον ἐν κυρίῳ Χριστῷ, κύριε ἀγαπητέ. τῷ κυρίῳ μου καὶ ἀγαπητῷ ἀδελφῷ Παπνουθίῳ χριστοφόρῳ παρʼ Ἰουστίνου.