Ancient Greek
SB 1 3939
Documentary Papyri, SB 1 3939
Not analysed yet
…καὶ ἔχει εἰκόνα ἐν αὐτῷ. Δίδυμος υἱὸς Τατριφοῦτος καὶ υἱὸς Σεραπίωνος τοῦ σακκοφόρου, Κόλανθος ὁ ἀδελφὸς Τατριφοῦτος ὁ ἠπητὴς ὁ προστάτης τῶν ἠπητῶν ἐν τῇ οἰκίᾳ τοῦ ἐγλογιστοῦ καὶ Βησᾶς ὁ ἀδελφὸς Τατριφοῦτος ἐκεῖ μένει. παρακαλῶ ὑμᾶς Τατριφοῦ τε καὶ Κεφαλᾶς, εἰ ἀνέλθῃ Δίδυμος ὁ υἱός μου, ἐρωτῶ ὑμᾶς ἀποστεῖλαι ἐπιστολήν, ὅτι παρέλαβες αὐτόν, ἵνα καὶ ἐγὼ ἀναψύξω.