Ancient Greek
SB 1 4010
Documentary Papyri, SB 1 4010
Not analysed yet
ἔτους λγ, Ἐπεὶφ ιε. τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν, ἐφʼ ἧς Πανίσκος, εἰκοστῆς ἐγκυκλίου κατὰ τὴν παρὰ Σαραπίωνος τοῦ πρὸς τῆι ὠνῆι διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Ἀπολλώνιος ὁ ἀντιγραφεύς, Ψεννῆσις Ψενθώτου ψιλοῦ τόπου ἐν τῶι ἀπὸ λιβὸς μέρει Παθύρεως, οὗ μέτεστι Θοτοροῦτις Τοτοροῦτις δ… …,ὧν αἱ γειτνίαι πρόκεινται διὰ τῆς συγγραφῆς, ὃν ἠγόρασαν παρὰ Πατοῦτος τοῦ Ἁρσιήσιος χαλκοῦ ταλαντοῦ α, τέλος τ. Πανίσκος τραπεζίτης.