Ancient Greek
SB 1 4281
Documentary Papyri, SB 1 4281
Not analysed yet
ἔτους κβ, Μεχεὶρ γ. τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Ἀπολλώνιος, εἰκοστῆς ἐγκυκλίου κατὰ τὴν παρʼ Ἀπολλωνίου τοῦ πρὸς τῆι ὠνῆι διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Ζμῖνις ὁ παρὰ Πακοίβιος τοῦ παρὰ Πακοίβιος τοῦ παρὰ Διονυσίου τοῦ βασιλικοῦ γραμματέως, Πανᾶς Ἐσπμήθιος ὑποθήκης γῆς ἠπείρου ἀρουρῶν ι ἐν τῷ περὶ Ταρκῦτιν πεδίωι, ἧς αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης Αἰγυπτίας συγγραφῆς, ἣν ὑποτέθειται αὐτῶι Ἁρσιῆσις Κερκάριος ἐν τῶι κβ ἔτει Τῦβι ι πρὸς χαλκὸν ταλάντου α Εωμ, τέλος οὗ ἀλλαγὴ διακοσίας τεσσαράκοντα, γίνονται σμ. Ἀπολλῶνις τραπεζίτης.