Ancient Greek
SB 1 4303
Documentary Papyri, SB 1 4303
Not analysed yet
…χαίρειν. καὶ παρόντι σοι ἐμνήσθην περὶ Σοκμήνιος …τοῦ τετελευτηκότος κλῆρος ἐν τῷ Ψεῦρ ἔσω …ην πρὸς Πακῦσιν τὸν κωμάρχην, ὅπως παραδῶι αὐτῶι. λαβὼν οὖν ὁ Πακῦσις τὰ παρά σου γράμματα, φησὶ δʼ ἐνγραφῆναι Ἀριστάνδρωι καὶ Φίλωνι δὲ τῶι γραμματεῖ ἐπι…, ὅπως καταχωρίσῃ εἰς τοῦτον. καλῶς οὖν ποιήσεις, καθότι ὡμολόγησας, τῶι τε Φίλωνι συντάξας καὶ τῶι Ἀριστάνδρωι γράψας παραδοῦναι αὐτῶι τὴν γῆν.