Ancient Greek
SB 1 4439
Documentary Papyri, SB 1 4439
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις παρὰ Αὐρηλίου Ὡρίωνος Κιαλῆ ἀπὸ κώμης Ἀπιάδος καταμένων ἐν κώμῃ Θεαδελφείᾳ. ἀεὶ θύων τοῖς θεοῖς διετέλεσα καὶ νῦν ἐπὶ παρόντων ὑμῶν κατὰ τὰ προσταχθέντα ἔθυσα καὶ ἔσπεισα καὶ τῶν ἱερείων ἐγευσάμην καὶ ἀξιῶ ὑμᾶς ὑποσημειώσασθαι. διευτυχεῖτε. Αὐρήλιοι Σερῆνος καὶ Ἑρμᾶς εἴδαμέν σε θυσιάζοντα. Ἑρμᾶς σεσημείωμαι. ἔτους α Αὐροκράτορος Καίσαρος Γαίου Μεσσίου Κουίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παῦνι.