Ancient Greek
SB 1 4444
Documentary Papyri, SB 1 4444
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις παρὰ Αὐρηλίου Ἀλεξάνδρου ἀπὸ κώμης Θεαδελφείας. ἀεὶ θύων τοῖς θεοῖς διετέλεσα καὶ νῦν ἐπὶ παρόντων ὑμῶν κατὰ τὰ προσταχθέντα ἔθυσα καὶ ἔσπεισα καὶ τῶν ἱερείων ἐγευσάμην καὶ ἀξιῶ ὑμᾶς ὑποσημειώσασθαι. διευτυχεῖτε. Αὐρήλιοι Σερῆνος καὶ Ἑρμᾶς εἴδαμέν σε θυσιάζοντα. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κουίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παῦνι κζ.