Ancient Greek
SB 1 4448
Documentary Papyri, SB 1 4448
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις παρὰ Αὐρηλίου Σερῆνις Ἡρώδου ἀπὸ κώμης Θεοξενίδος καταμένοντος ἐν κώμῃ Θεαδελφίᾳ. ἀεὶ μὲν τοῖς θεοῖς θύων καὶ εὐσεβῶν διατετέλεκα καὶ νῦν ἐπὶ παρόντων ὑμῶν κατὰ τὰ προσταχθέντα ἔσπεισα καὶ ἔθυσα καὶ τῶν ἱερείων ἐγευσάμην καὶ ἀξιῶ ὑμᾶς ὑποσημειώσασθαι. διευτυχεῖτε. Αὐρήλιοι Σερῆνος καὶ Ἑρμᾶς εἴδαμέν σε θυσιάζοντα ?. Ἑρμᾶς σεσημείωμαι. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαΐου Μεσσίου Κουίντου Τραϊανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παῦνι κθ.