Ancient Greek
SB 1 4450
Documentary Papyri, SB 1 4450
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις παρὰ Αὐρηλίου Εὐπροδοκίου οἰκέτου Αὐρηλίου Ἀπιανοῦ ἐξηγητεύσαντος τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζει καταμένων ἐν …Θεαδελφίᾳ. ἀεὶ θύων τοῖς θεοῖς καὶ νῦν ἐπὶ παρόντων ὑμῶν κατὰ προσταχθέντα ἔθυσα καὶ ἔσπεισα καὶ τῶν ἱερείων ἐγευσάμην καὶ ἀξιῶ ὑμᾶς ὑποσημειώσασθαι διευτυχεῖτε. Αὐρήλιοι Σερῆνος καὶ Ἑρμᾶς εἴδαμέν σε θυσιάζοντα. Ἑρμᾶς σεσημείωμαι. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κουίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Ἐπεὶφ κ.