Ancient Greek
SB 1 4455
Documentary Papyri, SB 1 4455
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις κώμης Φιλαδελφίας παρὰ Αὐρηλίων Σύρου καὶ Πανινούθου ἀδελφοῦ καὶ Δημητρίας καὶ Σαραπιάδος γυναικῶν ἡμῶν ἐξωπυλιτῶν. ἀεὶ θύοντες τοῖς θεοῖς διετελέσαμεν καὶ νῦν ἐπὶ παρόντων ὑμῶν κατὰ τὰ προσταχθέντα καὶ ἐσπείσαμεν καὶ τῶν ἱερείων ἐγευσάμεθα καὶ ἀξιοῦμεν ὑμᾶς ὑποσημειώσασθαι ἡμῖν. διευτυχεῖτε. Αὐρήλιος Σύρος καὶ Πανινούθης ἐπιδεδώκαμεν. Ἰσίδωρος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. …