Ancient Greek
SB 1 4501
Documentary Papyri, SB 1 4501
Not analysed yet
ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἐσχηκέναι παρά σου εἰς ἰδίαν ἡμῶν χρείαν χρυσίου νομισμάτια δύο, ἕκαστον παρὰ κεράτια τρία, χρυσίου νομισμάτια β, ἕκαστον παρὰ κεράτια γ, καὶ ἄλλα κεράτια ἑπτά, γίνεται κεράτια ζ, τὴν δὲ τούτων ἀπόδοσιν ποιησόμεθα τῷ μηνὶ …τῆς ἑβδόμης ἰνδικτίονος, τῆς πράξεώς σοι οὔσης, ἐὰν μὴ ἀποπληρώσωμεν, καὶ εἰς ὑμετέραν ἀσφάλειαν τοῦτο ἐποιησάμην σοι τὸ πιττάκιον κύριον ὄν, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …στοιχεῖ μοι πάντα τὰ προγεγραμμένα, ὡς πρόκειται. Αὐρήλιος …υἱὸς Ἰωάννου ἀπὸ ἐποικίου …τοῦ Ἀρσινοείτου νομοῦ …