Ancient Greek
SB 1 4504
Documentary Papyri, SB 1 4504
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, βασιλείας τοῦ γαληνοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους τετάρτου, Ἁθὺρ κβ, ἰνδικτίονος β. Αὐρήλιος Καλλίνικος υἱὸς Σενούθου μητρὸς Τλούλλας μίσθιος ἀπὸ κώμης Θινὸς τοῦ Θινίτου νομοῦ ἑξῆς ὑπογράφων Αὐρηλίῳ Παχυμίῳ πορφυροπώλῃ ἀπὸ Πανὸς πόλεως, νῦν δὲ οἰκοῦντι ἐν τῇ αὐτῇ κώμῃ Θινός, χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ καὶ δεδέχθαι εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ νομισματίου τρίτον παρὰ κεράτιον τέταρτον ζυγῷ φύλλων, γίνεται χρυσοῦ νομισματίου γ παρὰ κεράτιον δ, καὶ τοῦτο ἑτοίμως ἔχω παρασχεῖν σοι ἐν οἴνου γλευκοῦς ἀδόλου κολόβων εἴκοσι πέντε ,τῶν ἑπτὰ ξεστῶν ἑκάστου κολόβου, σὺν κούφοις ἐν τῷ καιρῷ τῆς τρύγης τῆς σὺν θεῷ εἰσϊούσης γ ἰνδικτίονος χωρὶς ὑπερθέσεως, ὑποκειμένης σοι τῆς παντοίας μου εὐπορίας ἕως πληρώσεως, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Καλλίνικος ὁ προκείμενος στοιχεῖ μοι πάντα, ὡς πρόκειται, καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα. ἐγράφη διʼ ἐμοῦ Παύλου.