Ancient Greek
SB 1 4630
Documentary Papyri, SB 1 4630
Not analysed yet
Ἀσίννιος Σεκοῦνδος Ἀπολλωνίωι τῶι ἀδελφῶι χαίρειν. μέχρι ἄρτι σε προσεδοκήσαμεν καὶ εἰληφότες σου τὰ γράμματα, διʼ ὧν ὑποπαρῄτου διὰ τὸ τοῦ ποδὸς ἄλγημα, ὅμως οὐκ ἐπειθόμεθα, ὅτι παραστήσεταί σοι ἀπολειφθῆναι ἡμῶν ὑπὸ τῆς πρὸς τὸν ἀδελφὸν Θέωνα γλυκυθυμίας, ἀλλὰ ἐπεὶ σὺ πρὸς ἡμᾶς σήμερον οὐκ ἦλθας, αὔριον ἡμεῖς ἀναγκαίως σε ἀσπασόμεθα, καὶ γὰρ λίαν δακνόμεθα ἕως ἂν ἐπιγνῶμεν πῶς τὸν πόδα ἔχεις. ἐκ τῶν παρασκευασθέντων ἡμῖν πρὸς τὸ δεῖπνον κατάχρησαι, ἄδελφε, τοῖς μεριδίοις σου ἡμικόπῳ δέλφακος καὶ ὄρνισι δυσὶ καὶ περιστεραῖς δυσί . ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατε ἄδελφε καὶ κύριε.