Ancient Greek
SB 1 4639
Documentary Papyri, SB 1 4639
Not analysed yet
Σουβατιανὸς Ἀκύλας Θέωνι στρατηγῶι Ἀρσινοείτου χαίρειν. Νιγέραν Παπιρίου καταδικασθέντα εἰς ἀλαβαστρῶνα ἐπὶ πενταετίαν ὑπὸ Κλαυδίου Ἰουλιανοῦ τοῦ διασημοτάτου πληρώσαντα τὸν τῆς καταδίκης χρόνον ἀπέλυσα. ἐρρῶσθαί σε βούλομαι. Μαυρικιανὸς Μήνιος ἀνέγνων. ἔτους ιη Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστῶν. Τῦβι νεομηνίᾳ.