Ancient Greek
SB 1 4661
Documentary Papyri, SB 1 4661
Not analysed yet
……ὑπάρχον μοι Κοσμᾷ ἀπὸ πατρικῆς μου κληρονομίας ἐπὶ τῆς ἡμετέρας κώμης ἐν τόπῳ κλήρου καλουμένου Πηγῆς μακαρίου …γείτονες νότου κλήρου κληρονόμοις Πεσοὺρ πρεσβυτέρου βορρᾶ κλήρου …αριανου, ἀπηλιώτου ὁδὸς δημοσία, λιβὸς κλήρου …βααφωναα, καὶ ἀπέχειν ἡμᾶς τοὺς ἀποδομένους Κοσμᾶν καὶ τὴν …μητέρα Μαρία παρά σοι τῇ εὐγενεστάτῃ κύρᾳ Καλῇ τὴν …τιμήν, ὅ ἐστιν χρυσίου νομισμάτια δεσποτικὰ τῶν ἀριθμῶν τέσσαρα διὰ χειρός, πρὸς τὸ ἀπὸ τοῦ νῦν τῇ πριαμένῃ κύρᾳ Καλῇ κρατεῖν καὶ κυριεύειν καὶ ἐξουσίαν σε ἔχειν διοικεῖν, οἰκονομεῖν, ἐπιτελεῖν περὶ αὐτῶν, πάντα πράττειν καὶ καρποῦσθαι ἐνιαυσίως ἀπὸ καρπῶν τῆς εἰσιούσης …ἰνδικτίονος …ς τὸ δημόσιον αὐτοῦ καὶ βαρ…ς καὶ α…ριος κ… λιτ… …καὶ πάντας τοὺς ἡμῶν κληρονόμους. εἰ δὲ μὴ τοῦτο ποιήσωμεν …ει ἣν παρελάβομεν παρά σοι καὶ ἐνγεγραμμένην τιμὴν διπλῆν …καὶ τὰ βλάβη καὶ τὰ ἀναλώματα καὶ αὐτὰ πάντα διπλᾶ. ἡ πρᾶσις κυρία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Κοσμᾶς υἱὸς Σίων καὶ ἡ αὐτοῦ μήτηρ Μαρία θυγάτηρ Μωήσης …πεπράκαμεν ἑκουσίᾳ γνώμῃ τῇ εὐγενεστάτῃ κύρᾳ Καλῇ θυγατρὶ τοῦ τῆς μακαρίας μνήμης Ψεσείου ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως ἐν πεδίῳ τῆς ἡμετέρας κώμης ἄρουραν μίαν …γίνεται νομισμάτια δ, καὶ στοιχεῖ ἡμῖν πάντα τὰ προγεγραμμένα ὡς πρόκειται. Αὐρήλιοι Ποῦσις υἱὸς …πως καὶ Ποῦσις προνοητὴς υἱὸς Ἠλία καὶ Ἀπολλῶς υἱὸς Φοιβάμμωνος …μια υἱὸς ἄπα Ὢλ καὶ Μακάριος υἱὸς Ἀνοὺπ μαρτυροῦμεν τῇ πράσει καὶ …πάντα τὰ προγεγραμμένα ὡς πρόκειται. διʼ ἐμοῦ Βίκτορος ἔγραψα …