Ancient Greek
SB 1 4683
Documentary Papyri, SB 1 4683
Not analysed yet
…καὶ …αὐτοὶ …,γίνονται ἐλαίου …ἀγγεῖα μόνα, καὶ ταῦτα ἑτοίμως ἔχομεν παρασχεῖν πρὸς τὴν αὐτὴν εὐλάβειαν σὺν θεῷ τῷ μηνὶ Παῧνι τῆς παρούσης πρώτης ἰνδικτίονος γενήματος δευτέρας ἐπινεμήσεως τῷ σῷ ματιαίῳ μέτρῳ καὶ ἀπηνεγκεῖν αὐτὰς εἰς τὸν οἶκόν σου ἰδίοις ἡμῶν ἀναλώμασιν, καὶ εἰς τὴν ἀσφάλειαν τοῦτο πεποίημαι τὸ ἀλληλέγγυον γραμματεῖον κύριον καὶ βέβαιον, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἰωσὴφ ἐκ πατρὸς Δίου καὶ Ἄννα θυγάτηρ Μαθείας οἱ προκείμενοι ἐθέμεθα τὸ ἀλληλέγγυον γραμματῖον καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. Φλάουιος Ἰσὰκ Λεοντίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Φλάουιος Κόμες …σαδου μαρτυρῶ. διʼ ἐμοῦ Κυριακοῦ Ἑρμείου ἐγράφη.