Ancient Greek
SB 1 4753
Documentary Papyri, SB 1 4753
Not analysed yet
…κεντηναρίῳ ἀριθμοῦ τῶν γενναιοτάτων λεώνων κλιβαναρίων υἱῷ τοῦ τῆς μακαρίας μνήμης Ἰωάννου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι οἰκοπέδων ἐπὶ τῆσδε τῆς πόλεως καὶ τοῦ προγεγραμμένου ἀμφόδου Περσέας ἐν τῇ ὑμετέρᾳ οἰκητικῇ οἰκίᾳ ἀνεῳγμένῃ εἰς βορρᾶ ἐν τῇ δευτέρᾳ στέγῃ τόπον ἕνα ἀνεῳγμένον εἰς νότον σὺν χρηστηρίοις πᾶσιν ἐφʼ ὅσον χρόνον βούλει ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Φαρμοῦθι τῆς παρούσης πρώτης ἰνδικτίονος παρέχοντός μου τοῦ μισθωσαμένου ὑπὲρ ἐνοικίου αὐτοῦ μηνιαίως κέρματος μυριάδας ἑκατὸν εἴκοσι, κέρματος μυριάδες ρκ ὡς νομιτεύονται, ἀκοιλάντως. ἡ μίσθωσις κυρία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἀνθουᾶς πρεσβύτερος υἱὸς Νιλάμωνος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα. di emu Foibammonos eprachth μίσθωσις τόπου ἑνὸς ὑπὸ Ἀνθουᾶ πρεσβυτέρου εἰς Φλάουιον Καλλίνικον κεντηνάριον.