Ancient Greek
5112.67 to 5112.81
Documentary Papyri, SB 1 5112.67-81
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος Τῦβι ὀγδόῃ τῆς ἕκτης ἰνδικτίονος, ἐν Ἀπόλλωνος ἄνω πόλει . Ἰωάννης υἱὸς Πιστώιτος ἐλάχιστος ἀναγνώστης ἁγίας ἐκκλησίας Ἀπόλλωνος ὁ προγεγραμμένος ἐθέμην τὴν παροῦσαν πρᾶσιν καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγραμμένα ὡς πρόκειται. Αὐρηλία Μάρθα θυγάτηρ Σουροῦτος ἐκ μητρὸς Σουφίας ἡ προγεγραμμένη ἐθέμην τὴν παροῦσαν πρᾶσιν καὶ στοιχεῖ μοι ἅμα Ἰωάννου τοῦ ἐμοῦ υἱοῦ πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλάουιος Σαβῖνος Ἀρσιλίου αἰτηθεὶς παρʼ αὐτῆς ὑπέγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυΐης . Φλάουιος Ἀριστοφάνης πολιτευόμενος υἱὸς τοῦ τῆς μακαρίας μνήμης Πυθιοδώρου μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τῶν θεμένων . Θεοδόσιος υἱὸς Γεωργίου μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τῶν θεμένων . Φλάουιος Παὰμ ἄπα Δίου πρίωρ μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τῶν θεμένων. Κύριλλος Παπνουθίου ἐλάχιστος διάκονος μαρτυρῶ τῇ πράσει κατʼ αἴτησιν τῶν θεμένων . Φλάουιος Μουσαῖος Παύλου μαρτυρῶ τῇδε τῇ πράσει ἐξ αἰτήσεως τῶν θεμένων . διʼ ἐμοῦ Δανιηλίου Ἡρακλείδου ἐγράφη .