Ancient Greek
SB 1 5139
Documentary Papyri, SB 1 5139
Not analysed yet
Αὐρήλιος Φοιβάμμων υἱὸς ἄπα Σίωνος ἀπὸ κώμης Ἰβιῶνος καὶ Μαγδόλον τοῦ Θεοδοσιουπολίτου νομοῦ Αὐρηλίῳ Ἀνοὺπ υἱῷ Μουσαίου ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως. ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ ἀπὸ τῶν διαφερόντων σοι ἐν πεδίῳ τῆς αὐτῆς κώμης ἐν τόπῳ καλουμένῳ Ἀραὰ ἀρούρας πέντε μετὰ παντὸς αὐτῶν τοῦ δικαίου ἐπὶ χρόνον ὅσον βούλει, καὶ παρέχειν με τὸν μισθωσάμενον ὑπὲρ ἀποτάκτου φόρου αὐτῶν ἐνιαυσίως ἀπὸ καρπῶν τῆς εἰσιούσης πρώτης ἰνδικτίονος χρυσίου νομισμάτια δύο, χρυσίου νομισμάτια β, τῷ Παῦνι μηνὶ ἐξ ὑπαρχόντων μου πάντων, καθάπερ ἐκ δίκης, καὶ ἐπερωτηθεὶς ὡμολόγησα .