Ancient Greek
SB 1 5286
Documentary Papyri, SB 1 5286
Not analysed yet
ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, βασιλείας τοῦ γαληνοτάτου ἡμῶν δεσπότου Φλαουίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους πέμπτου, Ἁθὺρ δ, ἰνδικτίωνος ια. Αὐρήλιος Θεόδωρος Πέτρου μητρὸς Ἀθανασίας βαφεὺς ἀπὸ Πανοσπόλεως Αὐρηλίᾳ Μαρίᾳ Καλλινίκου ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ ἀπὸ νεομηνίας τοῦ μηνὸς Ἁθὺρ τῆς παρούσης ἑνδεκάτης ἰνδικτίωνος πρὸς ὃν βούλεσθε χρόνον τὴν διαφέρουσάν σοι οἰκίαν ὁλόκληρον σὺν ἀνωγείοις καὶ κατωγείῳ καὶ σὺν παντὶ αὐτῆς τῷ δικαίῳ διακειμένην ἐπὶ τῆσδε τῆς Πανοσπολιτῶν ἐπὶ ῥύμης τῆς Ἁγίας ἐκκλησίας μεγάλης συνημμένην οἰκίᾳ τῶν κληρονόμων τοῦ μακαρίου Τιμωθέου, καὶ παρέξω σοι ὑπὲρ ἐνοικίου ταύτης καθʼ ἑνὸς χρυσοῦ κεράτια τέσσερα ὡς νομιτεύονται. ἡ μίσθωσις κυρία καὶ βεβαία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Θεόδωρος ὁ προκείμενος στοιχεῖ μοι πάντα, ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ Φλάουιος Θεόδωρος Ἰωάννου ἀπὸ Πανός . ἐγράφη διὰ γραφείου Δίου σὺν θεῷ συμβολαιογράφου . μίσθωσις ἐνοικ …