Ancient Greek
SB 1 5661
Documentary Papyri, SB 1 5661
Not analysed yet
Εἰρηναίῳ καὶ Μάρωνι καὶ Ἡρακλείδῃ καὶ Ἀμμωνίῳ καὶ Πετεσούχωι λαογράφοις καὶ Ἡρακλείδῃ κωμογραμματεῖ Φιλαδελφείας παρὰ Τατυβύγχιος τῆς Μαρήους τῶν ἀπὸ τῆς αὐτῆς κώμης μετὰ κυρίου τοῦ ἐμαυτῆς συγγενοῦς Πατουάμτιος τοῦ Πτόλλιδος. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς κ ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ τὸν υἱόν μου Πανετβεῦειν Κεφάλωνος καταγινόμενον ἐν τῇ ἰδίᾳ οἰκίᾳ, καὶ ἔστιν ὁ προγεγραμμένος μου υἱὸς Πανετβεῦεις Κεφάλωνος ὡς ἐτῶν ε, καὶ ἐμαυτὴν Τατυβύγχιν Μαρήους ὡς ἐτῶν λε οὐλὴ ὑπʼ ἀντίχειρα δεξιόν, μετὰ κυρίου τοῦ προγεγραμμένου Πατουάμτιος τοῦ Πτόλλιδος ὡς ἐτῶν λϛ οὐλὴ ὑπʼ ὀφρὺν δεξιόν. ἔτους κ Τιβερίου Καίσαρος Σεβαστοῦ, Παῦνι ιθ. κατακεχώρισται ἔτους κ Τιβερίου Καίσαρος Σεβαστοῦ, Παῦνι ιθ. Ἡρακλείδης κωμογραμματεὺς σεσημείωμαι.