Ancient Greek
SB 1 5673
Documentary Papyri, SB 1 5673
Not analysed yet
…παρὰ Δημητρίας νεωτέρας Ἑρμαίου τοῦ …μητρὸς Ἑρμιόνης Διο… Ἑρμοπολίτιδος ἀναγραφομένης ἐπὶ Φρουρίου λιβὸς μετὰ κυρίου τοῦ ἐμαυτῆς συγγενοῦς Φιβίωνος Πλουτάρχου. βούλομαι ὠνήσασθαι ἐκ τοῦ δημοσίου ἀπʼ ὑπολόγου ἀφόρου χέρσου εἰς σιτοφόρον ἐν τῶι Πατεμεὶτ κάτω περὶ …σεπτα… ἐκ τοῦ Νικοστράτου κλήρου ἀρούρας ιβ, ἀντὶ τῶν προυπεσχημένων ὑπὸ Ἰσιδώρου τοῦ καὶ Ἀρείου Ἰσιδώρου Θεομητορείου τοῦ καὶ Ἀ…θ…ς ἑκάστης ἀρούρης ἀργυρίου δραχμῶν εἴκοσι ,ὅλων ἑκάστης ἀρούρης δραχμῶν τεσσαράκοντα ,ὧν γείτονες λιβὸς ἰδιωτικὰ ἐδάφη, τῶν λοιπῶν γ ἀνέμων τοῦ ἐν Ἀλεξανδρείαι μεγάλου Ἑρμαίου καὶ ἄλλων ἐδάφη, κυρωθεῖσα δὲ δώσω τῶι μὲν Ἰσιδώρωι τῶι καὶ Ἀρείωι ἀπὸ τῶν δραχμῶν υπ τῶν τῆς ὅλης τιμῆς δραχμὰς ὀγδοήκοντα ,ὅτι ἐὰν …διαγεγραφὼς ἐκ τῆς ὅλης τιμῆς τῶν αὐτῶν ἀρουρῶν, καὶ τὸ λοιπὸν διαγράψω ἐπὶ τὴν δημοσίαν τράπεζαν, καὶ τελέσω τὰ καθήκοντα δημόσια τῶν προκειμένων ἀρουρῶν ιβ, …ν χρόνον ἐὰν κυρωθῶ, τήν τε ἀρταβιείαν καὶ τὸ ναύβιον, μενεῖ δέ μοι καὶ ἐγγόνοις καὶ τοῖς παρὰ μου μεταπαραλημψομένοις ἡ τούτων κράτησις καὶ κυρεία βεβαία ἀναφαιρέτως ἐπὶ τὸν ἀεὶ χρόνον. ἐὰν οὖν φαίνηται, ἐπιστεῖλαι οἷς καθήκει ἕκαστα ἐπιτελεῖν ὃν τρόπον ἁρμόζει. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Φαρμοῦθι δ. Δημητρία νεωτέρα Ἑρμαίου ἐπιδέδωκα. Φιβίων Πλουτάρχου ἐπιγέγραμμαι τῆς συνγενοῦς μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.