Ancient Greek
SB 1 5806
Documentary Papyri, SB 1 5806
Not analysed yet
Αὐρήλιοι Πανεχώτης Α…ολλου μητρὸς Ταβήσιος καὶ Πετεῦρις Πατᾶτος μητρὸς Ταήσιος καὶ Διονύσιος Διονυσίου μητρὸς Ταβήσιος τῶν γ ἀπὸ τοῦ Ἐπισήμου ἐποικίου Αὐρηλίῳ Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῷ γυμνασιαρχήσαντι βουλευτῇ τῆς Ὀξυρυγχειτῶν πόλεως χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι παρὰ σοῦ τοὺς φόρους ὧν ἐγεώργησας ἡμῶν ἀρουρῶν ἑπτακοσίων ὑπὲρ τοῦ διελθόντος ιγ ἔτους καὶ τοῦ ἐνεστῶτος α ἔτους, ἐτῶν δύο ,πλήρης, καὶ μηδέν σοι ἐνκαλεῖν μήτε περὶ τούτων …δε…α…σωμ…ν… καὶ ἐπερωτηθέντες ὑποσ…μ… ἔτους β Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Μαξιμίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Θὼθ δ. Αὐρήλιοι Πανεχώτης καὶ Πετεῦρις καὶ Διονύσιος οἱ γ ἔσχομεν τοὺς φόρους τῶν ἐτῶν β ὡς πρόκειται πλήρης. Αὐρήλιος Σαραπίων ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.