Ancient Greek
SB 1 5954
Documentary Papyri, SB 1 5954dupl
Not analysed yet
ἀντίγραφον ἐπιστολῆς. Λοκρητίωι ἑκατοντάρχῃ. οὗ ἐποιησάμην συνκρίματος ἐπʼ ὀνόματος Σαταβοῦτος τοῦ Ἐριέως εἰσδεδομένωι ἐν διαλογισμῶι α ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ περὶ τοῦ προσειλῆφθαι τῇ ἑαυτοῦ οἰκίᾳ ψιλοὺς τόπους ἀδεσπότους τὸ ἀντίγραφόν σοι ὑποτέταχα, ἵνʼ εἰδὼς κατακολουθῇς τοῖς διʼ αὐτοῦ σημαινομένοις. αἰτησαμένῳ Σαταβοῦτι χρόνον εἰς τὴν ἐπὶ τόπων ἀπόδειξιν ὑπερεθέμην εἰς διάκρισιν Λοκρητίου ἑκατοντάρχου καὶ τοῦ στρατηγοῦ καὶ βασιλικοῦ γραμματέως, ὅπως ἐπὶ τοῦ διαλογισμοῦ τὴν διάκρισιν δηλώσωσι, τῶι δὲ Σαταβοῦτι παρήγγειλα παρεῖναι τότε καὶ τὰς οἰκονομίας, εἴ τινας ἔχει, ἐπεσκεμμένας τῷ ἑκατοντάρχῃ ἐπιφέρειν …