Ancient Greek
6000.r.1 to 6000.v.3
Documentary Papyri, SB 1 6000.r.1-6000.v.3
Not analysed yet
ἡ δεῖνα ἡ εὐγενεστάτη θυγάτηρ τε τῆς μακαρίας μνήμης τοῦδε, μητρὸς τῆσδε, ὁρμωμένη ἀπὸ τῆσδε τῆς πόλεως, ἑξῆς βραδέως ὑπογράφουσα ἰδίᾳ χειρί, τῇδε τῇ ἐνδιαθέτῳ μου θυγατρί. ὁμολογῶ τὰ ὑποτεταγμένα. μετὰ τὴν τελευτὴν τοῦ μακαριωτάτου σοῦ μὲν πατρός, ἐμοῦ δὲ ἀνδρὸς τοῦδε ὁμολογία παραχωρήσεως πραγμάτων ἐξετέθη παρʼ ἐμοῦ εἰς σὲ καὶ τὸν σὸν ἀδελφόν, ἐμὸν δὲ υἱὸν τόνδε, ἥτις καὶ τὴν ἰδίαν περιέχει δύναμιν, διʼ ἧς συμπεφώνηται παρʼ ὑμῶν πρὸς ἐμέ, ὥστʼ ἐμὲ ἔχειν τὴν χρῆσιν τῆς πατρῴας ὑμῶν οἰκίας τῆς ἐπὶ ταύτης τῆς πόλεως ἐπʼ ἀμφόδου τοῦδε καὶ πάντων τῶν περιὲξ αὐτῆς οἰκημάτων καὶ ἐπαύλεων, οὐ μὴν ἀλλὰ καὶ ὅλων τῶν ἄλλων οἰκημάτων τῶν διαφερόντων τῷ προειρημένῳ μακαριωτάτῳ ὑμῖν πατρὶ τῷδε, τῶν καὶ διακειμένων ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου τοῦδε ἐπὶ τὸν τῆς ζωῆς μου χρόνον, δίχα δύο καὶ μόνων κελλίων ἀνηκόντων τῷ σῷ ἀδελφῷ τῷ εἰρημένῳ τῷδε, ἀγορασθέντων παρʼ αὐτοῦ, ὧν καὶ ἔδοξεν τὸν αὐτόν σου ἀδελφὸν τόνδε, καθάπερ τῇ αὐτῇ παραχωρητικῇ ὁμολογίᾳ περιέχεται, τὰς εἰσόδους καὶ ἐξόδους ποιήσασθαι διὰ τῆς οἰκίας τῶν κληρονόμων τοῦ μακαρίου Ῥωμανοῦ, καὶ μηδαμῶς ἐξεῖναι αὐτῷ ἢ κληρονόμοις αὐτοῦ ἢ τοιοῦτο τούτων τῶν δύο κελλίων δίκαιον μεταλημψομένοις εἰς ταῦτα διοδεύειν διὰ τῶν πατρικῶν ὑμῶν μενημάτων. ταύτης παρʼ ἐμοῦ εἰς ὑμᾶς συντεταγμένης τῆς παραχωρήσεως καὶ ὁμολογίαι διαλύσεων παρηκολούθησαν μεταξὺ σοῦ τῆς ἐμῆς θυγατρὸς τῆσδε καὶ τοῦ σοῦ ἀδελφοῦ, ἐμοῦ δὲ υἱοῦ τοῦδε, περὶ φανερῶν κεφαλαίων, ἐν αἷς ἐντέτακται καὶ τοῦτο, ὥστε τὴν ὠνὴν τὴν γενομένην τὸ τηνικαῦτα εἰς πρόσωπον τοῦ εἰρημένου σοῦ ἀδελφοῦ τοῦδε τῶν αὐτῶν καὶ προγεγραμμένων δύο κελλίων πλησιαζόντων τοῖς κοινοῖς ὑμῶν πατρικοῖς οἰκήμασιν τοῖς καὶ προγεγραμμένοις βεβαίαν εἶναι, καὶ τὴν τούτων νομὴν εἶναι παρʼ αὐτῷ τῷδε τῷ σῷ ἀδελφῷ, δόξαντος καὶ ἐν αὐταῖς ταῖς διαλυτικαῖς ὁμολογίαις, τὰ αὐτὰ δύο κελλία μὴ διοδεύεσθαι παρʼ αὐτοῦ τοῦ σοῦ ἀδελφοῦ τοῦδε μήτε παρʼ οἱουδήποτε προσώπου τὸ αὐτοῦ πρόσωπον πληροῦντος διὰ τῶν πατρικῶν ὑμῶν οἰκημάτων, ἀλλὰ διὰ τῆς εἰρημένης οἰκίας τῆς διαφερούσης τοῖς κληρονόμοις τοῦ μακαρίου Ῥωμανοῦ. τούτων συμπεφωνημένων μεταξὺ σοῦ τε αὐτῆς τῆς ἐμῆς θυγατρὸς τῆσδε καὶ τοῦ σοῦ ἀδελφοῦ τοῦδε …αἱ εἰρημέναι διαλύσεις …πα…φ…ο…ε… χμγ τῷδε τῷ λογιωτάτῳ ἐκδίκῳ τῆσδε τῆς πόλεως παρὰ τῆσδε θυγατρὸς τοῦδε. διαμαρτυρίαν τινὰ συνέταξα πρὸς τὸν ἐμὸν