Ancient Greek
SB 10 10216
Documentary Papyri, SB 10 10216
Not analysed yet
ἐμίσθωσεν Αὐρήλιος …ὁ καὶ Ἀντίοχος …ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχείτων πόλεως …ἀπὸ ἐφηβείας ἱερονικῶν Αὐρηλίῳ …Ἀπολλωνίου μητρὸς Θαήσιος ἀπὸ τῆς αὐτῆς πόλεως πρὸς μόνον τὸ ἐνεστὸς …ἔτος τὰς ὑπαρχούσας αὐτῷ περὶ τὸ Ἰσεῖον Παγγᾶ ἐν περιχώματι Νέσλα ἐκ νότου χώματος ἐδάφους …λεγομένου ἀρούρας τέσσαρας ὥστε σπεῖραι καὶ ξυλαμῆσαι χόρτῳ καὶ ἀντὶ φόρου δώσει ὁ μεμισθωμένος τὸ μὲν ἥμισυ μέρος τοῦ περὶ τοῦ Ἰσείου Παγγᾶ χόρτου τὴν κοπὴν καὶ ἐπινομήν, τὸ δὲ λοιπὸν ἥμισυ μέρος ἔχεται ὁ μεμισθωμένος σοῦ τοῦ μεμισθωκότος παρέχοντος ἥμισυ μέρος τῶν πεποιημένων ἀναλωμάτων τῶν σπερμάτων τῶν τῆς γῆς κατʼ ἔτος δημοσίων ὄντων πρὸς τὸν γεοῦχον ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα ἀπολαμβάνῃ