Ancient Greek
SB 10 10223
Documentary Papyri, SB 10 10223
Not analysed yet
ἔτους ἐνάτου Τιβερίου Καίσαρος Σεβαστοῦ Παῦνι β. διεγράφη διὰ Διογένους τραπεζίτου ἐπικεφαλαίου Ἱπποδρόμου Τρύφων Διονυσίου ὁ αὐτὸς δραχμάς δεκαδύο, γίνονται δραχμαὶ ιβ καὶ τῇ κθ τοῦ Παῦνι ὑικῆς ὁ αὐτὸς δραχμὰς δύο ὀβολὸν ἡμιώβολον, γίνονται δραχμαὶ β ὀβολὸν α 𐅵καὶ τῇ δ τοῦ Μεσορὴ χωματικοῦ δραχμὰς ἓξ τετρώβολον, γίνονται δραχμαὶ ϛ τετρώβολον