Ancient Greek
SB 10 10244
Documentary Papyri, SB 10 10244
Not analysed yet
…απα…ν…τινας οἳ αὐτῇ σημανθείσῃ ἐπίθεσιν ἡμῖν συνεστήσαντο καὶ ἐνέτειναν ἡμῖν πληγὰς πλείους ὥστε τὴν γυναῖκά μου Σαραεῦτα ἔγκυον οὖσαν κατακλινῆ εἶναι καὶ κινδυνεύειν τῷ ζῆν. διὸ ἀξιῶ ἀχθῆναι ταύτην ἄγουσαν τοὺς ἄλλους ἐπί σε καὶ διαλαβεῖν κατʼ αὐτοὺς, ὡς ἐάν σοι δοκῆι. εὐτύχει. Τρύφων Διονυσίου ἐπιδέδωκα τὸ ὑπόμνημα. Ζωίλος Ζωίλου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους ια Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Νέου Σεβαστοῦ ια.