Ancient Greek
SB 10 10249
Documentary Papyri, SB 10 10249
Not analysed yet
ἔτους πέμπτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, …η Σεβαστῇ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ἐδάνεισεν Ἀντιφάνης Ἡρακλᾶτος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Τρύφωνι Διονυσίου τῶν ἀπὸ τῆς αὐτῆς πόλεως Πέρσηι τῆς ἐπιγονῆς, ἐν ἀγυιᾶι, ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς ἑκατὸν ἑξήκοντα κεφαλαίου, αἷς οὐδὲν τῶι καθόλου προσῆκται. ἀποδότω δὲ ὁ δεδανεισμένος Ἀντιφάνει τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα τῆι τριακάδι τοῦ Σεβαστοῦ μηνὸς τοῦ εἰσιόντος ἕκτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, χωρὶς πάσης ὑπερθέσεως ἐφʼ ᾧ ἐπάναγκον ἐπὶ τῇ τοῦ ἀργυρίου ἀποδόσει ποιήσει ὁ Ἀντιφάνης περιαιρεθῆναι τὸν ἑαυτοῦ υἱὸν Ἀντιφάνην ἀφήλικα ἀφʼ ὧν πέπρακεν ὁ δεδανεικὼς Ἀντιφάνης τῷ Τρύφωνι δύο οἰκιῶν ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπιείου ἐν τῆι τῶν Ποιμένων λεγομένῃ λαύρᾳ, καὶ ἐφʼ ἑτέρου τόπου τοῦτον ἀναγραφῆναι, τῶν τῆς μεταγωγῆς καὶ ἀπογραφῆς δαπανημάτων ὄντων πρὸς τὸν δεδανεικότα Ἀντιφάνην. ἐὰν δὲ τῆς μεταγωγῆς γενομένης μὴ ἀποδῷ ὁ δεδανεισμένος καθὰ γέγραπται, ἐκτεισάτω τῶι Ἀντιφάνει τὸ προκείμενον κεφάλαιον μεθ’ ἡμιολίας καὶ ἐφ’ οὗ ἐὰν ὁ Τρύφων ἀφυστερῇ χρόνου τοὺς καθήκοντας τόκους, τῆς πράξεως οὔσης τῶι δεδανεικότι Ἀντιφάνει ἔκ τε τοῦ δεδανεισμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης, ἐξόντος τῶι δεδανεικότι Ἀντιφάνει ποιεῖν πρὸ τῆς λεγομένης προθεσμίας τὴν τοῦ υἱοῦ μεταγωγήν, τῆς αὐτῆς ἡμέρας ἀποδώτω ὁ δεδανεισμένος τῶι Ἀντιφάνει ἐπὶ τῇ …εσομένηι μεταγωγῆι τὸ προκείμενον κεφάλαιον μὴ ἐλαττουμένου τοῦ Τρύφωνος ἐν τῆι ἐξακολουθούσῃ εἰς Ἀντιφάνην βεβαιώσει ὧν ἠγόρασεν παρʼ αὐτοῦ οἰκιῶν δύο ἀκολούθως τῇ εἰς αὐτὸν καταγραφῇ γεγονυίᾳ. κυρία ἡ χείρ. ἔτους πέμπτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος …δι’ Ἀπολλωνίου τὸ πρὶν κεχρηματικότος Σεκούνδου …