Ancient Greek
SB 10 10269
Documentary Papyri, SB 10 10269
Not analysed yet
πρὸ μὲν πάντων προσαγορεύω τὸν ἐμὸν πατέρα μετὰ πασῶν τῶν ἀδελφῶν ἵνα καταξιώσεται καὶ εὔξασθαι ὑπὲρ ἡμῶν μετὰ τῶν παιδίων ἡμῶν. ἐπειδὴ προσεδόκουν ἐλθεῖν καὶ προσκυνῆσαι τὸν ὑμῶν ἄγγελον, καὶ ἀπαιτήθην ἐπʼ ἔτους ὀλίγην ζημίαν τῶν γεούχων, καὶ ἕως τῶν ἡμερῶν εἰς τοῦτο ἵνα καταξιώσεται ὁ ὑμῶν ἄγγελος εὔξασθαι ὑπὲρ ἡμῶν καὶ ἐλπίσω εἰς τὸν θεὸν ὅτι εἰς τὸν μῆνα Μεχεὶρ εἰς τὴν ἀγάπην τοῦ ἁγίου Ἀπʼ Ἀπόλλο πάντως ἔρχομαι καὶ προσκυνῶ τὸν ἡμῶν πατέρα πρῶτον μὲν τὸν θεὸν καὶ τὴν ὑμῶν θεοφιλείαν προσκυνῶ καὶ εὔξασθαι ὑπὲρ ἡμῶν, πατέρα. τῷ εὐλαβεστάτῳ καὶ θεοσεβεστάτῳ πατρὶ Ἀμμονίῳ Ἀνδρέα καὶ Σουφία