Ancient Greek
SB 10 10277
Documentary Papyri, SB 10 10277
Not analysed yet
Ἡρᾶς Ἐπαφροδίτωι τῶι κυρίωι πατρὶ χαίρειν. μόγις ποτὲ εὑρὼν τὸν ἐρχόμενον πρὸς σε ἴσχυσα ἀσπάσασθαί σε· οἶδα δʼ ὅτι εὐκταῖον ἐστίν σοι. παρακαλῶ οὖν ἀντιγράψαι μοι περὶ τε τῆς σωτηρίας σου καὶ τῆς τοῦ ἀδελφοῦ μου ὑγιείας· καλῶς οὖν ποιήσεις, κύριε, μεταπέμψασθαι τὴν μητέρα μου καὶ τὴν ἀδελφήν μου, ἐπεὶ διπλοκάριος ἦλθεν εἰς Χηνοβόσκια καὶ ἀπεφήνατο Ἀρχίαι ὅτι ἐν ἐσχάτοις ἐστὶν ἡ Ἑρμοῦ πόλις. ἀσπάσαι Χρήσιμον καὶ Κάστορα καὶ Σαραπίωνα τὸν ξηρὸν καὶ Ἱέρακίωνα καὶ Φιβᾶν καὶ τοὺς κ… ἡμῶν φιλτάτους. ἔρρωσό μοι κύριε πα…