Ancient Greek
SB 10 10308
Documentary Papyri, SB 10 10308
Not analysed yet
ἀντίγραφον ἀντιγράφου ἐπιστολῆς. Σέπτιος Ῥοῦφος Λοκρητίωι ἑκατοντάρχηι. οὗ ἐποιησάμην συνκρίματος ἐπʼ ὀνόματος Σαταβοῦτος τοῦ Ἐριέως εἰσδεδομένωι ἐν διαλογισμῶι α ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ περὶ τοῦ προειλῆφθαι τῆι ἑαυτοῦ οἰκίαι ψιλοὺς τόπους ἀδεσπότους τὸ ἀντίγραφόν σοι ὑποτέταχα, ἵνʼ εἰδὼς κατακολουθήσας τοῖς διʼ αὐτοῦ σημαινομένοις. αἰτησαμένωι Σαταβοῦτι χρόνον εἰς τὴν ἐπὶ τόπων ἀπόδειξιν ὑπερεθέμην εἰς διάκρισιν Λοκρητίου ἑκατοντάρχου καὶ τοῦ στρατηγοῦ καὶ βασιλικοῦ γραμματέως, ὅπως ἐπὶ τοῦ διαλογισμοῦ τὴν διάκρισιν δηλώσωσι. τῷ δὲ Σαταβοῦτι παρήγγειλα παρεῖναι τότε καὶ τὰς οἰκονομίας, εἴ τινας ἔχει, ἐπισκεμμένας τῷ ἑκατοντάρχηι ἐπιφέρειν. ἔτους α Τιβερίου Καίσαρος Σεβαστοῦ Ἐπεὶφ ϛ