Ancient Greek
SB 10 10454
Documentary Papyri, SB 10 10454
Not analysed yet
…πρὸς ἡμᾶς ὡς μέχρι τῆς ἀπολύσεως τῶν παρόντων γραμμάτων οὐκ κατέλαβον τὰ πρὸς αὐτὸν οἱ ταγέντες διὰ τῆς διοικήσεώς σου ἀγγαρευταὶ καὶ τεχνῖται λόγῳ τοῦ αὐτοῦ μασγιδᾶ, καὶ οὐκ ἔγνωμεν τὸ διʼ ἣν αἰτίαν ἠμέλησας τοῦ τούτους ἐκπέμψαι, ἡμῶν γραψάντων πρὸς σὲ πρὸ ἡμερῶν πολλῶν περὶ τῆς τοιαύτης ἐκπομπῆς. δεχόμενος οὖν τὰ παρόντα γράμματα, τοὺς τοιούτους ἀγγαρευτὰς καὶ τεχνίτας εἰς πλῆρες ἔκπεμψον ἀνεμποδίστως διʼ ἀνθρώπου σου τοῦ ὀφείλοντος τούτους σῦραι νύκτα καὶ ἡμέραν ἄχρις ἂν ἐνέγκῃ ἐνταῦθα, πέμπων σὺν αὐτοῖς καὶ τὸν ἀπαργυρισμὸν τῆς δαπάνης αὐτῶν πρὸς ὃ ἐνεθήκαμεν ἐν τοῖς ἡμετέροις ἐνταγίοις. ἀλλὰ μὴ ἀμελήσῃς τοῦ τούτους πάραυτα ἐκπέμψαι ὡς εἴρηται καὶ κινδυνεύσῃς. ἐγράφη μηνὶ Ἁθὺρ α ἰνδικτίονος η.