Ancient Greek
SB 10 10557
Documentary Papyri, SB 10 10557
Not analysed yet
Φοῦσκος Σαραπίωνι τῶι ἀληθινῷ μωρῷ πλεῖστα χαίρειν. πολλά σοι ἐνετειλάμην ἀναπλεῦσαι τῶι Παχὼν μηνὶ καὶ μέχρι τούτου λέγεταί σε μὴ ἀναπεπλευκέναι. καὶ νῦν ἀνάπλευσον μήπως ἀπολέσωμεν τὰ ὀφειλόμενα ἡμῖν. καλῶς οὖν ποιήσεις γοργῶς ἀναστρεψάμενος …τιμην …τόν ἡγούμενον …ἵνα ἀσφαλῶς ἀναπλεύσῃς …ἐκπλεύσει καὶ οὐ χρονοτριβήσει ἐν πόλει. εὐθέως οὖν πέμψεις μοι α… ταύτης τῆς ἐπιστολῆς. ἀσπάζεται ὑμᾶς …διὰ πολλῶν ἐπιστολῶν καὶ τὸν ἀδελφὸν καὶ τοὺς ἐν τῶι οἴκῳ πάντας. ἄσπασαι τὴν σύνβιόν σου …νην καὶ Ἡραΐδα καὶ τὰ παιδία αὐτῆς …καὶ Ἀμμώνιον καὶ Λατοΐδαν …Σαραπίωνι χρυσοχόωι ἀπὸ Φούσκου