Ancient Greek
SB 10 10566
Documentary Papyri, SB 10 10566
Not analysed yet
Δημητρίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἀπύγχεως πράκτορος ἀργυρικῶν κώμης Σοκνοπαίου νήσου. κατεβλήθησαν ἐπὶ τὴν δημοσίαν τράπεζαν εἰς ἀρίθμησιν τοῦ Ἐπεὶφ τοῦ ἐνεστῶτος ζ ἔτους Ἀνθιανῆς …φόρου προβάτων δραχμαὶ σ ἰδίου λόγου δραχμαὶ σκ γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ υκ. ἔτους ζ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστῶν Μεσορὴ θ.