Ancient Greek
SB 10 10568
Documentary Papyri, SB 10 10568
Not analysed yet
Κλαύδιος Χοῦις Βησᾶ πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσώνης ἐπαρχίας Θηβαίδος Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ τῆς μεγάλης καὶ λαμπροτάτης Ἑρμοῦ πόλεως ὑποδέκτῃ χρυσοῦ χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Οὐλπίου Δωροθέου ὑπεδεξάμην παρὰ σου ὑπὲρ τῆς σῆς πολιτείας ὑπὲρ λόγου ἀννωνῶν Λιβύης ἑβδόμης ἰνδικτίονος χρυσοῦ νομισμάτια διακοσία τεσσεράκοντα μετὰ τῆς ὀμβρύσεως καὶ τοῦ ἀναλώματος καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν ἁπλῆν οὖσαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἴσον καθὼς γέγραπται …