Ancient Greek
SB 10 10759
Documentary Papyri, SB 10 10759
Not analysed yet
Ἀπολλωνίωι λαογράφωι Διονυσίου Τόπων ἀμφόδου παρὰ Ζωσίμου καὶ Ἀλεξάνδρου ἀμφοτέρων Ἀλεξάνδρου. ὑπάρχει ἡμῖν τε καὶ τοῖς ἑτέροις ἡμῶν ἀδελφοῖς Ἰσιδώρωι καὶ Μυσθαρίωνι καὶ Φιλουμένωι ἐν τῆι μητροπόλει ἐπʼ ἀμφόδου Διονυσίου Τόπων τῆς Ὤριτος …μέρος οἰκίας ἐν ὧι ἀπογραφόμεθα ἡμεῖς τε αὐτοί …Ζώσιμος Ἀλεξάνδρου μητρὸς Ἀφροδ… ὡς ἐτῶν …καὶ Ἀλέξανδρος Ἀλεξάνδρου μητρὸς τῆς αὐτῆς ὡς ἐτῶν …καὶ τοῦ Ζωσίμου υἱὸς Ἀλέξανδρος ὡς ἐτῶν …καὶ οἱ προγεγραμμένοι ἡμῶν ἀδελφοὶ …οἱ ἀπὸ ξένης κατεληλύθασι τῷ ἐνεστῶτι κ ἔτει Τιβερίου Καίσαρος Σεβαστοῦ Ἰσίδωρος Ἀλεξάνδρου μητρὸς τῆς αὐτῆς ὡς ἐτῶν …καὶ Μυσθαρίων Ἀλεξάνδρου μητρὸς τῆς αὐτῆς ὡς ἐτῶν …καὶ Φιλούμενος ἀπὸ ξένης κατεληλυθὼς τῶι …ἔτει Τιβερίου Καίσαρος Σεβαστοῦ …καὶ ἔνοικος προφερόμενος β… Ἀφροδισίου μητρὸς Σαραπιᾶδος …Θερμίου ὡς ἐτῶν κε …Σαραπίων νεώτερος Ἀφροδισίου …μητρὸς τῆς αὐτῆς ὡς ἐτῶν ιη Ἡρακλ… καὶ τοῦ Ἀφροδισίου …καὶ τοῦ Σαραπίωνος …καὶ ἕτερος ἔνοικος ……ιος …