Ancient Greek
SB 12 10766
Documentary Papyri, SB 12 10766
Not analysed yet
Εἰρηναῖος ἐπίσκοπος Πέτρῳ ἀρτοκόπῳ. ἐπλήρωσας τὸν φόρον τοῦ ὑπό σε ἀρτοκοπίου τῆς ἐπινεμήσεως ἀπὸ Ἐπεὶφ τρίτης τρεισκαιδεκάτης ἰνδικτίονος ἕως Ἐπεὶφ δευτέρας τεσσαρεσκαιδεκάτης ἰνδικτίονος, καὶ πρὸς σὴν ἀσφάλειαν καὶ ἀμερίμνιαν ταύτην σοι πεποίημαι τὴν πληρωτικὴν ἀποχὴν μεθʼ ὑπογραφῆς ἐμῆς. ἐγράφη ἐν μηνὶ Χοιὰκ θ ἰνδικτίονος ιε . Εἰρηναῖος ἐπίσκοπος, στοιχεῖ μοι ἡ ἀποχὴ τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος ἀποχή. Εἰρηναῖος ἐπίσκοπος. ιδ ἰνδικτίονος. ἀρχὴ Ἐπεὶφ δ ιε ἰνδικτίονος.