Ancient Greek
SB 6 9451
Documentary Papyri, SB 12 10772
Not analysed yet
Σαραπάμμων Ὀλυμπιάδι τῇ ἰδίᾳ μου μητρὶ καὶ Διδύμῃ καλ… πλεῖστα χαίρειν. γιγνώσκειν ὑμᾶς θέλω ὅτι μέχρι τούτου ὁλόκληρός εἰμι. ἔλαβον δὲ ἀπὸ Ἴωνος τοῦ ἀδελφοῦ γράμματα καὶ ἔγνων τὰ περὶ ὑμῶν. μὴ οὖν ἀγωνιᾶτε. μέχρι γὰρ τούτου οὔπω ἤλθαμεν διὰ τὸν ἀγῶνα τὸν ἐν Ἀντιοχείᾳ, μεθʼ ὃν ἐλευσόμεθα. διεπεμψάμην σοι διὰ Σώτου τοῦ χρησια… τάλαντα δύο καὶ διὰ Ἴωνος πεντήκοντα χρυσᾶ. ἐὰν οὖν θέλῃς ἔστιν παρʼ αὐτοῦ ἢ ἐν σίτῳ ἢ ἐν οἴνῳ λαβεῖν· παρὰ γὰρ τὴν παρά σοι τιμήν σοι διδοῖ· καὶ γὰρ οὕτως αὐτῷ συνεθέμην. διεπεμψάμην δέ σοι διὰ …υ δέκα χρυσᾶ. ταῦτα γὰρ ἔδωκα αὐτῷ. εἰ γὰρ ἔτι εἶχον ἐπεμψάμην …ε. ὁ πατήρ μου ἔγνω περὶ …διὰ τῶν πεμφθέντων γραμμάτων …περὶ τῆς Σύρας καὶ πρότερον ἔγραψα καὶ νῦν δὲ γράφω… ὅτι …αὐτῆς ἀνέξασθ… …σεηπ…