Ancient Greek
SB 12 10788 a-c
Documentary Papyri, SB 12 10788a
Not analysed yet
Βακχίωι καὶ Τείρωνι βιβλιοφύλαξι, παρὰ Λουκίου Πομπηίου, Λουκίου υἱοῦ, φυλῆς Πολλία, στρατιώτου ἀπολυσίμου. ἀπογράφομαι, κατὰ τὰ ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Λευκίου Ἰουλίου Οὐηστείνου προστεταγμένα, τὸ κατηντηκὸς εἴς με ἐξ ὀνόματος τοῦ γενομένου μου πατρὸς Σύρου τοῦ Ἀπίωνος, ὃς ἐτελεύτησεν πρὸ χρόνου, τέταρτον μέρος οἰκίας καὶ αὐλῆς καὶ αἰθρίου κοινῶν καὶ ἀδιαιρέτων καὶ τῆς εἰς ταύτα εἰσόδου καὶ ἐξόδου καὶ τῶν συγκυρόντων τῶν ὄντων ἐπʼ ἀμφόδου Ἑρμαίου, ἀκολούθως οἷς ἔχω δικαίοις. εὐτυχεῖτε. Βάκχιος σεσημείωμαι, ἔτους ζ ἱεροῦ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Παῦνι