Ancient Greek
SB 12 10793
Documentary Papyri, SB 12 10793
Not analysed yet
Ἁρποχρατίων Ὡρίωνος Δωρίωνι Ἡρᾶτος κολλυβιστῇ χαίρειν. χρημάτισον Ἀμφῶνι καὶ Γαλάτῃ ὑεστιαρίοις ἱματίων τῶν εἰς Διονύσιον Σεραπίωνος ἀργυρίου δραχμὰς πεντακοσίας τεσσαράκοντα, δραχμαὶ φμ. ἔτους δ Τιβερίου Καίσαρος Σεβαστοῦ, Φαρμοῦθι ιη. Ἀμφῶν ἐδεξάμην ὡς κεχρημάτισται, καὶ μετεθέμην Ὀνησικράτῃ τραπεζίτῃ Πτεροφόρου ἀργυρίου δραχμὰς πεντακοσίας τεσσαράκοντα, γίνονται δραχμαὶ φμ. ἔτους δ Τιβερίου Καίσαρος Σεβαστοῦ, Φαρμοῦθι ιη. Γαλάτης καταχώρισον ὡς πρόκειται. ἔτους δ Τιβερίου Καίσαρος Σεβαστοῦ, Φαρμοῦθι ιη.