Ancient Greek
SB 12 10795
Documentary Papyri, SB 12 10795
Not analysed yet
Χαιρέαι στρατηγῶι παρὰ …εύριος τοῦ Νικοστράτου. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ιδ ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ τὰ ὑπάρχοντά μοι πρόβατα εἴκοσι δύο, αἶγα μίαν, γίνονται πρόβατα κβ, αἴξ α καὶ τοὺς ἐπακολουθοῦντας ἄρνας, ἐρίφους, ἃ νεμήσονται περὶ Πέλα τῆς πρὸς λίβα τοπαρχίας καὶ διʼ ὅλου τοῦ νομοῦ διᾶ νομέως Νικοστράτου τοῦ …εύριος, ἀφηλίκου, ἀναγραφομένου περὶ τὴν αὐτὴν κώμην· ὧν καὶ ταξόμεθα τὸ καθῆκον τέλος. εὐτύχει. Σαραπίων τοπάρχης σεσημείωμαι πρόβατα εἴκοσι δύο, αἶγα μίαν, γίνονται πρόβατα κβ, αἲξ α. ἔτους ιδ Τιβερίου Καίσαρος Σεβαστοῦ, Μεχεὶρ γ