Ancient Greek
SB 12 10799
Documentary Papyri, SB 12 10799
Not analysed yet
Ἡρακλᾶς Ὥρωι καὶ Ταχώνει, χαίρειν καὶ ὑγιαίνειν. μὴ ἀγωνία περὶ ἡμῶν, ὅτι στρατευόμεθα. ἐν τῶι πλοίωι πεποιήκαμεν ὀκτὼ ἡμέρας. θεῶν θελόντων, ἐν ταῖς τρισὶ ἡμέραις ἐσόμεθα ἐν πλοίωι. τὸ παιδίον ἐπέμβλεψον ὡς λύχνον, ἐπεὶ λίαν ἀγωνιῶ περὶ ὑμῶν. ἐὰν ὁ τοῦ Ἀπόλλωνος ἔλθῃ πρὸς ὑμᾶς περὶ τοῦ λοιποῦ, ὑπόδειξον αὐτῶι ὅτι τῆι ταχίστῃ ἔρχεται Πτολλᾶτι τοῖς ἐμοῖς λόγοις. εἶπον ἐπέμβλεψα …μειν λίαν ι…ν…ν θω…αν …ωι δοῦναι εἰς γναφὴν περὶ …ἐλαχίστον. οἶδα τοῦ γερδίου δραχμαὶ δ …δραχμαὶ κ τοῦ ἄλλου γερδίου χάριν τοῦ …καὶ ὑπόδειξον ὅτι ταχέως ἔρχομαι. …ς Σεβαστοῦ, Χοιὰχ ιγ ……καὶ Ὥρωι τῶι υἱῶι