Ancient Greek
SB 12 10806
Documentary Papyri, SB 12 10806
Not analysed yet
Βειθυνῶν Ἰσίωνος πρόβατα κ αἶγες β Ἱέρακι στρατηγῷ καὶ Διοφάντῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ὡρίωνος Ἡρώδου ἀπὸ ἀμφόδου Βειθυνῶν Ἰσίωνος. ἃ ἀπεγραψάμην τῷ διεληλυθότι ιε ἔτει πρόβατα ἀγελικὰ σύμμικτα εἴκοσι ,αἶγας δύο ,ἀπογράφομαι καὶ πρὸς τὸ ἐνεστὸς ιϛ ἔτος Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου, ἃς καὶ ἐπάξω, ὅπου ἐὰν βούλησθε, καὶ ὧν ποιμὴν ἐγὼ αὐτός. ἀπεγράφησαν παρὰ στρατηγῷ πρόβατα κ αἶγες β Μεχὶρ ξ …