Ancient Greek
SB 12 10810
Documentary Papyri, SB 12 10810
Not analysed yet
τῷ θαυμασιωτάτῳ Ἀπφοῦτι ζυγοστάτῃ παρὰ Πκυλίου βοηθοῦ κώμης Πώεως. ἔχω καὶ χρεωστῶ καθαρῶς καὶ ἀποκρότως εἰς ἀναγκαίαν χρείαν χρυσοῦ νομισμάτια ἑπτὰ εὔσταθμα, γίνεται χρυσοῦ νομισμάτια ζ εὔσταθμα, καὶ ταῦτα ἑτοίμως ἔχω παρασχεῖν σοι ἐν τῷ Φαῶφι τῆς ι ἰνδικτίωνος, καὶ ὑπὲρ τῆς παραμυθίας χρυσοῦ κεράτια ἓν ἥμισυ τέταρτον κατὰ μῆνα, καὶ πρὸς σὴν ἀσφάλειαν πεποίημαι ταύτην τὴν ἀσφάλειαν ὡς πρόκειται ἀναμφιβόλως. Αὐρήλιος Πκῦλις βοηθὸς κώμης Πώεως στοιχεῖ μοι τὴν ἀσφάλειαν τῶν νομισματίων ἑπτὰ εὐστάθμων ὡς πρόκειται. ἐγράφη Ἐπεὶφ ζ η ἰνδικτίωνος